Πλάτων "Κρίτων" ( ἡ Περί τοῦ Πρακτέος, ἡθικός )


Σωκράτης:


...ὁ τῇ ἀληθείᾳ τῆς ἀρετῆς ἐπιμελόμενος; ἢ οὕτως εἶ σοφός, ὥστε λέληθέν σε, ὅτι μητρός τε καὶ πατρὸς καὶ τῶν ἄλλων προγόνων ἁπάντων τιμιώτερόν ἐστιν ἡ πατρὶς καὶ σεμνότερον καὶ ἁγιώτερον καὶ ἐν μείζονι μοίρᾳ καὶ παρὰ θεοῖς καὶ παρ᾿ ἀνθρώποις τοῖς νοῦν ἔχουσι, καὶ σέβεσθαι δεῖ καὶ μᾶλλον ὑπείκειν καὶ θωπεύειν πατρίδα χαλεπαίνουσαν ἢ πατέρα, καὶ ἢ πείθειν ἢ ποιεῖν ἃ ἂν κελεύῃ, καὶ πάσχειν, ἐάν τι προστάττῃ παθεῖν, ἡσυχίαν ἄγοντα, ἐάν τε τύπτεσθαι ἐάν τε δεῖσθαι, ἐάν τε εἰς πόλεμον ἄγῃ τρωθησόμενον ἢ ἀποθανούμενον, ποιητέον ταῦτα, καὶ τὸ δίκαιον οὕτως ἔχει, καὶ οὐχὶ ὑπεικτέον οὐδὲ ἀναχωρητέον οὐδὲ λειπτέον τὴν τάξιν, ἀλλὰ καὶ ἐν πολέμῳ καὶ ἐν δικαστηρίῳ Cκαὶ πανταχοῦ ποιητέον ἃ ἂν κελεύῃ ἡ πόλις καὶ ἡ πατρίς, ἢ πείθειν αὐτὴν ᾗ τὸ δίκαιον πέφυκε, βιάζεσθαι δὲ οὐχ ὅσιον οὔτε μητέρα οὔτε πατέρα, πολὺ δὲ τούτων ἔτι ἧττον τὴν πατρίδα; τί φήσομεν πρὸς ταῦτα, ὦ Κρίτων; ἀληθῆ λέγειν τοὺς νόμους ἢ οὔ;

Κρίτων:

Ἔμοιγε δοκεῖ.

!~~~~~~~~~@~~~~~~~~!

ΠΕΡΙ ΤΩΝ ΕΒΡΑΙΩΝ ΗΘΙΚΗ



Πλάτων "Κρίτων" ( ἡ Περί τοῦ Πρακτέος, ἡθικός ) Πλάτων "Κρίτων" ( ἡ Περί τοῦ Πρακτέος, ἡθικός ) Reviewed by diaggeleas on 30.7.21 Rating: 5

Δεν υπάρχουν σχόλια:

Παρακαλώ να γράφετε με Ελληνικούς χαρακτήρες και να είστε κόσμιοι στις εκφράσεις σας. Οποιοδήποτε άλλο σχόλιο με γκρικλις και ξένη γλώσσα θα διαγράφετε. Ευχαριστώ!

Από το Blogger.